Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.33 Dem. 33.37 (English) >>Dem. 33.38

33.35ὅτι μὲν οὖν ἐγὼ μὲν ὀρθῶς τὴν παραγραφὴν πεποίημαι, Ἀπατούριος δὲ τὰ ψευδῆ ἐγκέκληκε καὶ παρὰ τοὺς νόμους τὴν λῆξιν πεποίηται, ἐκ πολλῶν οἶμαι ἐπιδεδεῖχθαι τοῦτο ὑμῖν, ἄνδρες δικασταί· τὸ δὲ κεφάλαιον, πρὸς ἐμὲ οὐδʼ ἐπιχειρήσει λέγειν Ἀπατούριος ὡς συνθῆκαί τινες αὐτῷ εἰσίν. ὅταν δὲ λέγῃ ψευδόμενος, ὡς ἐν ταῖς πρὸς τὸν Παρμένοντα συνθήκαις ἐνεγράφην ἐγγυητής, ἀπαιτεῖτε αὐτὸν τὰς συνθήκας, 33.36καὶ ἐνταῦθα αὐτῷ ἀπαντᾶτε, ὅτι πάντες ἄνθρωποι, ὅταν πρὸς ἀλλήλους ποιῶνται συγγραφάς, τούτου ἕνεκα σημηνάμενοι τίθενται παρʼ οἷς ἂν πιστεύσωσιν, ἵνα, ἐάν τι ἀντιλέγωσιν, αὐτοῖς ἐπανελθοῦσιν ἐπὶ τὰ γράμματα, ἐντεῦθεν τὸν ἔλεγχον ποιήσασθαι περὶ τοῦ ἀμφισβητουμένου. ὅταν δʼ ἀφανίσας τις τἀκριβὲς λόγῳ ἐξαπατᾶν πειρᾶται, πῶς ἂν δικαίως πιστεύοιτε; 33.37ἀλλὰ νὴ Δία (τὸ ῥᾷστον τοῖς ἀδικεῖν καὶ συκοφαντεῖν προῃρημένοις) μαρτυρήσει τις αὐτῷ κατʼ ἐμοῦ. ἐὰν οὖν ἐπισκήψωμαι αὐτῷ, πόθεν τὴν ἀπόδειξιν ποιήσεται τοῦ ἀληθῆ μαρτυρεῖν; ἐκ τῶν συνθηκῶν; τοῦτο τοίνυν μὴ ἀναβαλλέσθω, ἀλλʼ ἤδη φερέτω ἔχων τὰς συνθήκας. εἰ δʼ ἀπολωλέναι φησίν, πόθεν λάβω ἐγὼ τὸν ἔλεγχον καταψευδομαρτυρηθείς; εἰ μὲν γὰρ παρʼ ἐμοὶ ἐτέθη τὸ γραμματεῖον, ἐνῆν αἰτιάσασθαι Ἀπατουρίῳ, ὡς ἐγὼ διὰ τὴν ἐγγύην ἠφάνικα τὰς συνθήκας·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.33 Dem. 33.37 (English) >>Dem. 33.38

Powered by PhiloLogic